Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.189 Joseph. AJ 13.193 (English) >>Joseph. AJ 13.198

13.191

μὲν οὖν Ἰωνάθης οὐδὲν τούτων ὑπονοήσας, ἀλλʼ ὑπʼ εὐνοίας καὶ γνώμης ἀληθοῦς τὸν Τρύφωνα συμβουλεῦσαι ταῦτα πιστεύσας τὴν μὲν στρατιὰν ἀπέλυσεν, τρισχιλίους δὲ κατασχὼν μόνους τοὺς μὲν δισχιλίους ἐν τῇ Γαλιλαίᾳ κατέλιπεν, αὐτὸς δὲ μετὰ τῶν χιλίων ἧκεν εἰς Πτολεμαΐδα σὺν Τρύφωνι. 13.192τῶν δʼ ἐν τῇ Πτολεμαΐδι κλεισάντων τὰς πύλας, τοῦτο γὰρ ἦν αὐτοῖς ὑπὸ τοῦ Τρύφωνος προστεταγμένον, Ἰωνάθην ἐζώγρησεν, τοὺς δὲ σὺν αὐτῷ πάντας ἀπέκτεινεν. ἔπεμψεν δὲ καὶ ἐπὶ τοὺς ἐν τῇ Γαλιλαίᾳ καταλειφθέντας δισχιλίους, ὅπως ἂν καὶ τούτους ἀπολέσωσιν· 13.193ἀλλʼ οὗτοι μὲν ὑπὸ φήμης τῶν περὶ τὸν Ἰωνάθην συμβεβηκότων ἔφθησαν πρὶν τοὺς ὑπὸ Τρύφωνος ἀπεσταλμένους ἀφικέσθαι φραξάμενοι τοῖς ὅπλοις ἐκ τῆς χώρας ἀπελθεῖν. οἱ δʼ ἐπʼ αὐτοὺς πεμφθέντες ἰδόντες ἑτοίμους ὑπὲρ τῶν ψυχῶν ἀγωνίζεσθαι μηδὲν αὐτοῖς ἐνοχλήσαντες πρὸς τὸν Τρύφωνα ὑπέστρεψαν. 13.194

Οἱ δʼ ἐν τοῖς Ἱεροσολύμοις ἀκούσαντες τὴν Ἰωνάθου σύλληψιν καὶ τὴν τῶν σὺν αὐτῷ στρατιωτῶν ἀπώλειαν αὐτόν τε ἐκεῖνον ἐπὶ τοῖς συμβεβηκόσιν ὠλοφύροντο καὶ δεινὴ τἀνδρὸς ἐπιζήτησις παρὰ πᾶσιν ἦν, 13.195δέος τε μέγα καὶ κατὰ λόγον αὐτοῖς ἐμπεσὸν ἐλύπει, μὴ τῆς Ἰωνάθου ἀνδρείας ἅμα καὶ προνοίας ἀφῃρημένων τὰ πέριξ ἔθνη χαλεπῶς ἔχοντα πρὸς αὐτοὺς καὶ διὰ Ἰωνάθην ἠρεμοῦντα νῦν αὐτοῖς ἐπισυστῇ καὶ πολεμοῦντες εἰς τοὺς περὶ τῶν ἐσχάτων κινδύνους ἀναγκάζωνται καθίστασθαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.189 Joseph. AJ 13.193 (English) >>Joseph. AJ 13.198

Powered by PhiloLogic